Οι 24 οίκοι του Ακαθίστου Ύμνου |
---|
Γράμμα | Διήγηση | Θέμα | Χαιρετισμό απευθύνει |
Εφύμνιο |
---|---|---|---|---|
Ιστορικό μέρος | ||||
Ἄγγελος
πρωτοστάτης οὐρανόθεν ἐπέμφθη εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε· καὶ σὺν τῇ
ἀσωμάτῳ φωνῇ σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα |
Ο αρχάγγελος Γαβριήλ έρχεται και φέρνει το θεϊκό μήνυμα, το «χαῖρε», στη Θεοτόκο | Αρχάγγελος Γαβριήλ | Χαῖρε, νύμφη ἀνύμφευτε | |
Βλέπουσα ἡ Ἁγία ἑαυτήν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως, τὴν κύησιν πὼς λέγεις κράζων | Η Θεοτόκος απορεί για τον παράδοξο τρόπο της συλλήψεως | Ἀλληλούια | ||
Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· ἐκ λαγόνων ἁγνῶν υἷον πῶς ἔσται τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω | Ο Γαβριήλ της εξηγεί την απόρρητη βουλή του Θεού | Αρχάγγελος Γαβριήλ | Χαῖρε, νύμφη ἀνύμφευτε | |
Δύναμις τοῦ Ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως | Η δύναμη του Θεού επισκιάζει την Παρθένο και συλλαμβάνει τον Υιό του Θεού | Ἀλληλούια | ||
Ἔχουσα θεοδόχον ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ. Τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ἄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον | Η Θεοτόκος επισκέπτεται τη συγγενή της Ελισάβετ, η οποία κυοφορεί τον Πρόδρομο, και ανταλλάσσουν προφητικούς λόγους | Ιωάννης ο Βαπτιστής (ως έμβρυο) | Χαῖρε, νύμφη ἀνύμφευτε | |
Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη· πρὸς τὴν ἄγαμόν σὲ θεωρῶν καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος Ἁγίου, ἔφη | Ο Ιωσήφ, μνηστήρας της Παρθένου, αμφιβάλλει, αλλά ενημερώνεται από τον άγγελο για το μυστήριο της συλλήψεως | Ἀλληλούια | ||
Ἤκουσαν oἱ ποιμένες τῶν Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα, ἥν ὑμνοῦντες εἶπον | Ο Χριστός γεννιέται και οι ποιμένες έρχονται και Τον προσκυνούν | οι ποιμένες | Χαῖρε, νύμφη ἀνύμφευτε | |
Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι' αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν αὐτῷ βοῶντες | Το αστέρι δείχνει τον δρόμο στους μάγους της Ανατολής | Ἀλληλούια | ||
Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου μορφὴν ἔλαβεν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένῃ | Η προσκύνηση των μάγων | οι Μάγοι | Χαῖρε, νύμφη ἀνύμφευτε | |
Κήρυκες θεοφόροι γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα ἐκτελέσαντές σου τὸν χρησμόν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη μὴ εἰδότα ψάλλειν | Οι μάγοι (θεοφόροι κήρυκες) επιστρέφουν από άλλο δρόμο στη Βαβυλώνα | Ἀλληλούια | ||
Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον | Η φυγή στην Αίγυπτο | οι πιστοί που ερύσθησαν από τα είδωλα | Χαῖρε, νύμφη ἀνύμφευτε | |
Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ ἀλλ' ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων | Ο Συμεών δέχεται στην αγκάλη του ως βρέφος τον Χριστό | Ἀλληλούια | ||
Δογματικό-Θεολογικό μέρος | ||||
Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ Κτίστης ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός καὶ φυλάξας ταύτην ὥσπερ ἦν ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες |
Ο Λόγος του Θεού με την σάρκωσή Του δημιουργεί νέα κτίση, η οποία τον δοξολογεί | οι πιστοί | Χαῖρε, νύμφη ἀνύμφευτε | |
Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος· βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοώντας | Ο παράξενος -«ὁ ξένος» - τόκος προτρέπει τους ανθρώπους να αποξενωθούν από τον κόσμο και να υψώσουν το νου τους στον ουρανό | Ἀλληλούια | ||
Ὅλως ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα | Όλος ήταν στην γη ο δοξολογούμενος Λόγος, αλλά και από τον ουρανό δεν απουσίαζε | οι πιστοί | Χαῖρε, νύμφη ἀνύμφευτε | |
Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως | Οι άγγελοι θαύμασαν το έργο της ενανθρώπησης του Θεού και την κοινωνία του με τους ανθρώπους | Ἀλληλούια | ||
Ῥήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν | Οι σοφοί του κόσμου μένουν άφωνοι, μη μπορώντας νά εξηγήσουν το μυστήριο της γεννήσεως | οι πιστοί | Χαῖρε, νύμφη ἀνύμφευτε | |
Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς Θεὸς ἀκούει | Ο Ποιμένας-Θεός γίνεται πρόβατο–άνθρωπος για να σώσει τον κόσμο | Ἀλληλούια | ||
Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων. Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε ποιητής, Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου καὶ πάντας σοι προσφωνεῖν διδάξας | Η Παρθένος γίνεται τείχος που προστατεύει όλους τους πιστούς | οι πιστοί | Χαῖρε, νύμφη ἀνύμφευτε | |
Ὕμνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν | Κανένας ύμνος δεν επαρκεί για να υμνηθεί ο Σαρκωθείς Βασιλέας | Ἀλληλούια | ||
Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄυλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας αὐγῇ τὸν νοῦν φωτίζουσα κραυγῇ δὲ τιμωμένη ταῦτα | Η Θεοτόκος είναι η λαμπάδα, που καθοδηγεί τους πιστούς στη Θεογνωσία | οι πιστοί | Χαῖρε, νύμφη ἀνύμφευτε | |
Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων ἐπεδήμησε δι’ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ Χάριτος· καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως | Ο Χριστός ήρθε στο κόσμο για να του δώσει χάρη | Ἀλληλούια | ||
Ψάλλοντές σου τὸν τόκον ἀνυμνοῦμέν σε πάντες ὡς ἔμψυχον ναόν, Θεοτόκε. Ἐν τῇ σῇ γὰρ οὶκήσας γαστρί ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας | Η Θεοτόκος είναι έμψυχος ναός στον οποίο δοξάζεται ο Χριστός | οι πιστοί | Χαῖρε, νύμφη ἀνύμφευτε | |
Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον· δεξαμένη γὰρ τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας | Ύμνος και ικεσία προς την Παρθένο |